Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.4 Joseph. AJ 12.9 (English) >>Joseph. AJ 12.14

12.7 Ἀγαθαρχίδης μὲν οὖν ταῦτα περὶ τοῦ ἔθνους ἡμῶν ἀπεφήνατο. δὲ Πτολεμαῖος πολλοὺς αἰχμαλώτους λαβὼν ἀπό τε τῆς ὀρεινῆς Ἰουδαίας καὶ τῶν περὶ Ἱεροσόλυμα τόπων καὶ τῆς Σαμαρείτιδος καὶ τῶν ἐν Γαριζείν, κατῴκισεν ἅπαντας εἰς Αἴγυπτον ἀγαγών. 12.8ἐπεγνωκὼς δὲ τοὺς ἀπὸ τῶν Ἱεροσολύμων περί τε τὴν τῶν ὅρκων φυλακὴν καὶ τὰς πίστεις βεβαιοτάτους ὑπάρχοντας ἐξ ὧν ἀπεκρίναντο Ἀλεξάνδρῳ πρεσβευσαμένῳ πρὸς αὐτοὺς μετὰ τὸ κρατῆσαι Δαρείου τῇ μάχῃ, πολλοὺς αὐτῶν εἰς τὰ φρούρια καταλοχίσας καὶ τοῖς Μακεδόσιν ἐν Ἀλεξανδρείᾳ ποιήσας ἰσοπολίτας ὅρκους ἔλαβεν παρʼ αὐτῶν, ὅπως τοῖς ἐκγόνοις τοῦ παραθεμένου τὴν πίστιν διαφυλάξωσιν. 12.9οὐκ ὀλίγοι δʼ οὐδὲ τῶν ἄλλων Ἰουδαίων εἰς τὴν Αἴγυπτον παρεγίγνοντο τῆς τε ἀρετῆς τῶν τόπων αὐτοὺς καὶ τῆς τοῦ Πτολεμαίου φιλοτιμίας προκαλουμένης. 12.10στάσεις μέντοι γε τοῖς ἐκγόνοις αὐτῶν πρὸς τοὺς Σαμαρείτας τὴν πάτριον ἀγωγὴν τῶν ἐθῶν ἀποσώζειν προαιρουμένοις ἐγίγνοντο καὶ πρὸς ἀλλήλους ἐπολέμουν, τῶν μὲν Ἱεροσολυμιτῶν τὸ παρʼ αὐτοῖς ἱερὸν ἅγιον εἶναι λεγόντων καὶ τὰς θυσίας ἐκεῖ πέμπειν ἀξιούντων, τῶν δὲ Σικιμιτῶν εἰς τὸ Γαριζεὶν ὄρος κελευόντων. 12.11

Βασιλεύσαντος δὲ Ἀλεξάνδρου ἔτη δώδεκα καὶ μετʼ αὐτὸν Πτολεμαίου τοῦ Σωτῆρος τεσσαράκοντα καὶ ἕν, ἔπειτα τὴν βασιλείαν τῆς Αἰγύπτου παραλαβὼν Φιλάδελφος καὶ κατασχὼν αὐτὴν ἐπʼ ἔτη ἑνὸς δέοντα τεσσαράκοντα τόν τε νόμον ἡρμήνευσε καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ἱεροσολυμιτῶν ἀπέλυσε τῆς δουλείας ὄντας περὶ δώδεκα μυριάδας ἐξ αἰτίας τοιαύτης·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.4 Joseph. AJ 12.9 (English) >>Joseph. AJ 12.14

Powered by PhiloLogic